Μνημεῖο ἑλληνικῆς γλώσσας

Εὐχαριστήριον Γράμμα

Σεβασμιωτάτου Μητροπολίτου Νικοπόλεως Μελετίου (2012)

ἐπὶ τῇ ἐπισήμῳ ἐπισκέψει τοῦ Οἰκουμενικοῦ Πατριάρχου

 κ.κ. Βαρθολομαίου εἰς Πρέβεζαν (Μάϊος 1999)

Τῇ Αὐτοῦ Θειοτάτῃ Παναγιότητι

τῷ Οἰκουμενικῷ Πατριάρχῃ κ.κ. Βαρθολομαίῳ

Παναγιώτατε Δέσποτα,

Ἀγάπη μὲν καὶ τιμή, καθ᾿ ἅ κελεύει Θεός, πᾶσιν ἐποφείλεται· ἰδίᾳ δὲ καὶ ἐπὶ μᾶλλον, πατρᾶσι πρέπει τοῖς ἐν Χριστῷ καὶ πνευματικοῖς· καὶ δὴ καὶ τοῖς ἱερωσύνης χαρίσμασι κεκοσμημένοις τοῖς ὑπεραναβεβη­κόσιν· ὧν, τί ἂν μεῖζον κληθείη ἢ εὑρεθείη τοῦ τῇ Ὑμετέρᾳ τιμιωτάτῃ καὶ κορυφαίᾳ ἱερωσύνης ἀκρότητι προσγενομένου; ἐπινεύσει γάρ τινι θεϊκῇ, καθ᾿ ἃ ταῖς Ἐκκλησίαις Χριστοῦ τὸ Πνεῦμα παρηγγυήσατο τὸ ἅγιον, πατέρες τίμιοι τὸ τῆς νοητῆς Σοι ὀλκάδος παρακατέθεντο σκάφος, ὡς καλῶς ἐν κύμασι σφοδροῖς θαλάσσης μαινόμενης καὶ πέτραις συμπληγάσιν ἀκροτόμοις πηδαλιουχεῖν εἰδότι· καὶ οὐριοδρομεῖν ἐν χειμώνι χαλεπῷ εὐπετῶς παρασκευάζοντι· καὶ τὰ διεστῶτα εἰς ἓν συνάπτειν καὶ τὰ ἀλλήλοις μαχόμενα εἰρηνεύειν νουθετοῦντι, τῆς ταπεινώσεως ὑπόδειγμα καὶ ὑπογραμμὸν ἑαυτὸν παρέχειν χριστομιμήτως φιλοτιμουμένῳ· καὶ τὰ Θεῷ οἰκεῖα μᾶλλον προθυμεῖσθαι τῷ τῆς ἀγάπης συνδέσμῳ ἐπὶ πλέον συσφίγγεσθαι, ἵνα ὁ κόσμος πιστεύσῃ, ὅτι Ἰησοῦς ἐστιν ἡ εὐδοκία τοῦ Πατρός.

Ἀποστολικῇ δὲ καρδίᾳ κομῶν, Θεοτίμητε Δέσποτα, μέχρι καὶ τῶν ἐλαχί­στων ἐξελήλυθας ὀρέων νοητῶν καὶ Θεοῦ νησίδων σμικρῶν ἐπιστηρίξαι προμηθούμενος τῇ τοῦ λόγου Σου βακτηρίᾳ καὶ τῇ Σῇ πατριαρχικῇ εὐλογίᾳ τούς τε ἐκεῖ πίστει παροικοῦντας καὶ τοὺς ταύτῃ ὑστερουμένους. Καὶ λοιπὸν πρὸς ἡμᾶς ἐν Νικοπόλει-Πρεβέζῃ ἐπιστὰς σὺν τοῖς σεπτοῖς καὶ Θεῷ καὶ τῷ Χριστῷ Αὑτοῦ τιμίοις ἀγγέλοις, Χρυσοστόμῳ τε τῷ σοφωτάτῳ καὶ τοῖς σὺν αὐτῷ Ἰωακεὶμ καὶ Ἱερεμίᾳ καὶ Ἰωάννῃ καὶ Νεκταρίῳ καὶ Μελίτωνι, τοῖς παναιδεσίμοις καὶ Ἐκκλησίας μέγα εὖχος ἀρχιερεῦσιν, ὦ πατριαρχῶν ἐγκαλλώπισμα καὶ τῆς Μεγάλης Ἐκκλησίας σέμνωμά τε καὶ ἀνύψωμα καὶ ὀχύρωμα, καὶ πάντων, οἷς τὸ τοῦ Κυρίου Χριστοῦ ἐπικέκληται θεῖον Ὄνομα, πολυέραστον σεμνολόγημα, χαρᾶς τοὺς Σοὶ προσανέχοντας ἐπλήρωσας βα­θείας καὶ εὐφροσύνης τῆς ἐν Πνεύματι καὶ ἀγαλλιάσεως ὑπερ­πε­ρισσευούσης· πάντων γὰρ τὰς καρδίας ἀνέπαυσάς τε καὶ ἐβεβαίωσας· καὶ ἐμέ, τεταπεινωμένον ὄντα, ὕψωσας τῇ ἐκ τοῦ θεηγόρου Σου στόμα­τος γλυκύτερᾳ μέλιτος αὐδῇ· «δόξα γὰρ ἀνθρωπου ἐκ τιμῆς πατρὸς αὐτοῦ» (Σοφία Σειρὰχ 3,11).

Τούτων δὲ πάντων ἐπιλήσμονας καταντῆσαι μὴ ἀνεχόμενοι, διὰ τοῦδε τοῦ γραμματίου ἡμῶν τοῦ πενιχροῦ ἐπὶ τὸ τὴν χάριν Σοι ἀξιοχρέως ὁμολογῆσαι εὐθὺ ἴμεν, ὥστε τὸν πατέρα ἐν τοῖς ἐφεξῆς θυμηρέστερον τοῦ ἔργου τούτου, τοῦ Θεῷ ἀρέσκοντος καὶ ἡμῖν παρακλητικοῦ τε καὶ σωτηρί­ου, ἄπτεσθαι· καὶ τὸ τῆς ἀπὸ πολλῶν ἀχλύος καὶ παρακοῆς ὀμιχλῶδες, προθύμως ἀποτρίβεσθαι.

Διὸ καὶ χεῖρας, ἱερωσύνῃ ὁσίας, εἰς σκηνώματα Θεοῦ ἐξαπλώσαντες καὶ τὸν τῆς καρδίας πόνον τε καὶ πόθον Χριστῷ προτείναντες δουλικῶς Αὐτοῦ ἐδεήθημέν τε καὶ δεόμεθα διαπαντός, στερεοῦν μὲν τὴν Αὑτοῦ ἁγίαν Μεγάλην Ἐκκλησίαν, ᾗ καὶ ἡμεῖς ὑποκείμεθα, μηκύνειν δὲ ἐφ᾿ ὅ,τι πλεῖστον τὰ ἔτη Σου τοῦ ἐν Αὐτῇ ἀγλαοφανῶς προκαθημένου ἀρχιθυηπόλου καὶ ἐν ἱερεῦσι πρώτου· παραστῆσαί τε Σὲ κατενώπιον Αὑτοῦ ἁπάσης ἰδέας κατορθωμάτων ἐπίσημόν τε καὶ περίβλεπτον· πιστοῖς ἐράσμιον· ἀρχιερεῦσιν ὀρθοδόξοις ἐρασμιώτερον· ἀεὶ μεγάλας πράξεις αὐτουργεῖν ἕτοιμον· ἑτοιμότερον δὲ τὸ ποίμνιον ἀπὸ βλάβης φυλάσσειν πάσης τῷ στερρῷ ὅπλῳ τῆς ταπεινώσεως καὶ τῇ μαχαίρᾳ τοῦ Πνεύματος· πατρικῶν παραδόσεων ἀσφαλῆ φύλακα· τῆς εἰς Χριστὸν ὀρθοδόξου πίστεως κήρυκα ἐσαεὶ θεόφθογγον· δίκτυα σεπτὰ καὶ ἱερὰ ἐφαπλοῦντα εἰς βάθη ἀγνωσίας, ὅ Σοι ἤδη πάρεστι· διανοίας κεχερσωμένας ἀπάτῃ τοῦ ὄφεως βλαστήμασι θείοις θάλλειν ἐργαζόμενον· δροσισμῷ τῆς φαιδρᾶς Σου θεηγορίας, ὡς τοὺς ἐν Πρεβέζῃ νέους υἱοὺς Θεοῦ, ζήλῳ θείῳ πῦρ πνέοντας, τοὺς πρὶν ὀργῆς τέκνα ἀπεργαζόμενον· καὶ συνελόντι φάναι, ἐπ᾿ ἄπειρον πληθύνειν τὰ γεννήματα τῆς δικαιοσύνης Σου· εὐσεβείας τε καὶ ἀρετῆς ἁπά­σης εἶναί Σε ὑπογραμμόν· μὴ μόνον τοῖς Σὲ πατέρα πλουτοῦσι φιλόστοργον, ἀλλὰ καὶ τῷ μετὰ Σὲ παντί που γένει βροτῶν παραίνεσιν καλήν, εἰς πίστιν θεοτερπῆ καὶ ἀξίαν παρ᾿ Αὐτοῦ μαρτυρηθῆναι καὶ εἰς ἀγάπην ἠγιασμένην τε καὶ ἀρραγῆ τοὺς νωθεῖς βιαζόμενόν τε καὶ διεγείροντα.

Σὺν ἐμοὶ ἐνώπιον τῆς μεγάλης καὶ ὁσίας ἀρχιερωσύνης Σου εὐλαβῶς ὑποκλίνονται, οἵ τε τῶν εὐλαβεστάτων ἱερέων ἔξαρχοι, Θεοδόσιος, ἱερομό­ναχος ἀρχιμανδρίτης καὶ πρωτοσύγκελλος, καὶ Δημήτριος πρωτοπρεσβύ­τερος καὶ γενικὸς ἡμῶν ἐπίτροπος, ἐπὶ τῇ αὐτοῖς ἀπονεμηθείσῃ πατριαρ­χικῇ διακρίσει καὶ εὐλογίᾳ ἐκ καρδίας μέσης εὐγνωμονοῦντες· καὶ οἱ εὐλαβέστατοι τοῦ ἱεροῦ κλήρου τῆς καθ᾿ ἡμᾶς μητροπόλεως ἅπαντες πρεσβύτε­ροι καὶ διάκονοι· καὶ οἱ τῶν ἐντιμο­τάτων ἀρχόντων πρόκριτοι, ὅ τε νομάρ­χης Πρεβέζης κ. Δημήτριος Τσουμάνης καὶ ὁ δήμαρχος αὐτῆς κ. Κωνσταν­τῖνος Παπαγεωργίου, καὶ οἱ βουλευταὶ κ.κ. Δημήτριος Ντούσκας καὶ Τρυφωνίδης Γεώργιος καὶ οἱ λοιποὶ ἁπαξάπαντες, οἷς ὡς ὀρθοδόξοις καὶ ἀνδρᾶσιν εὐλαβέσιν καὶ τὸ πρὸς Ὑμᾶς αὐτοφυὲς πρὸς Σὲ διατρανώσασι σέβας ἀντιπέμπειν εὐδόκησον, ὦ Δέσποτα Παναγιώτατε, τὴν τιμίαν Σου καὶ πᾶσι ποθητή, ὡς πολλὰ ἰσχύουσαν, πατριαρχικὴν εὐλογίαν Σου.

Τελευτῶν δέ, Δέσποτα Παναγιώτατε καὶ θεοτίμητε, θερμῶς καθικετεύω Σε, μνήσθητι τῶν εἰς τὸ Πνευματικὸν Κέντρον τῆς Ἱερᾶς ἡμῶν Μη­τροπόλεως ἐπὶ τῇ Σῇ ἐν Πρεβέζῃ εὐλογητῇ τε καὶ θεοκινήτῳ παρουσίᾳ πίστει καὶ ἐλπίδι συναθροισθέντων νεαρῶν παίδων, τῶν τὸν σὸν λόγον μὴ μόνον ὠσὶ τοῖς ἔξωθεν ἀκροασαμένων καὶ Σὲ μὴ βλεφάροις μόνον ἰδόντες, ἀλλὰ καρδίας πόθῳ ἐναγκαλισαμένων ἅπαντα, ὥστε καὶ ἐν στόματι εὐκαίρως-ἀκαίρως ἔχειν καὶ ἐπαινεῖν καὶ νεανικῶς ἐπὶ τοῖς γενομένοις ἐγκαυχᾶσθαι, καὶ τῆς Σῆς ὄψεως, ὡς πατρὸς αὐτοῖς ἀσμενίζοντος, ἐς αὖθις ἀξιωθῆναι ἐπιποθούντων· οἷς ἀντίδος, ὦ Πάτερ Ἱερώτατε, τῆς Σῆς εὐλογίας τὸν πολυτίμητον θησαυρόν.

Ἐπὶ δὲ τούτοις καὶ ἐγὼ ὁ ταπεινὸς καὶ Χριστοῦ ἀνάξιος λειτουργὸς ὑπὲρ πάντων καὶ ὑπὲρ πάντας ὁλοκαρδίως εὐγνωμομῶν, γονυκλινῶς τε καὶ πανευλαβῶς τὴν θεοχαρίτωτόν Σου κατασπαζόμενος δεξιάν, διατελῶ τῆς θεοτιμήτου Σου Παναγιότητος ἐλάχιστος ἐν Χριστῷ θεράπων.

†  ὁ Νικοπόλεως Μελέτιος

Ἐν Πρεβέζῃ τῇ 30ῇ Μαΐου 1999